Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.98 Joseph. AJ 6.102 (English) >>Joseph. AJ 6.107

6.100

Πέμψας δὲ Σαοῦλος πρὸς τὸν προφήτην ἐκάλει πρὸς αὑτὸν συνδιασκεψόμενον περὶ τοῦ πολέμου καὶ τῶν πραγμάτων. δὲ περιμένειν αὐτὸν ἐκέλευσεν αὐτόθι καὶ παρασκευάζειν θύματα· μετὰ γὰρ ἡμέρας ἑπτὰ πρὸς αὐτὸν ἥξειν, ὅπως θύσωσι τῇ ἑβδόμῃ τῶν ἡμερῶν, ἔπειθʼ οὕτως συμβάλωσι τοῖς πολεμίοις. 6.101καὶ περιμένει μὲν ὡς προφήτης ἐπέστειλεν, οὐκέτι μέντοι γε διατηρεῖ τὴν ἐντολήν, ἀλλʼ ὡς ἑώρα βραδύνοντα μὲν τὸν προφήτην, αὑτὸν δὲ ὑπὸ τῶν στρατιωτῶν καταλειπόμενον, λαβὼν τὰ θύματα τὴν θυσίαν ἐπετέλει· ἐπεὶ δὲ τὸν Σαμουῆλον ἤκουσε προσιόντα ὑπαντησόμενος ἐξῆλθεν. 6.102 δʼ οὐκ ὀρθῶς αὐτὸν ἔφη πεποιηκέναι παρακούσαντα ὧν ἐπέστειλεν αὐτὸς καὶ φθάσαντα τὴν παρουσίαν, ἣν κατὰ βούλησιν γινομένην τοῦ θείου πρὸς τὰς εὐχὰς καὶ τὰς θυσίας τὰς ὑπὲρ τοῦ πλήθους προλάβοι κακῶς ἱερουργήσας καὶ προπετὴς γενόμενος. 6.103ἀπολογουμένου δὲ τοῦ Σαούλου καὶ περιμεῖναι μὲν τὰς ἡμέρας ἃς ὥρισε λέγοντος, ὑπὸ δὲ ἀνάγκης καὶ ἀναχωρήσεως μὲν τῶν αὑτοῦ στρατιωτῶν διὰ φόβον, στρατοπεδείας δὲ τῶν ἐχθρῶν ἐν Μαχμᾶ καὶ ἀκοῆς τῆς ἐπʼ αὐτὸν εἰς Γάλγαλα καταβάσεως ἐπειχθῆναι πρὸς τὴν θυσίαν. 6.104ὑπολαβὼν δὲ Σαμουῆλοςἀλλὰ σύγε, φησίν, εἰ δίκαιος ἦσθα καὶ μὴ παρήκουσας ἐμοῦ μηδʼ ὧν ὑπέθετό μοι περὶ τῶν παρόντων θεὸς ὠλιγώρησας ταχύτερος συνέφερε τοῖς πράγμασι γεγονὼς, σοί τʼ αὐτῷ πλεῖστον ἂν



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.98 Joseph. AJ 6.102 (English) >>Joseph. AJ 6.107

Powered by PhiloLogic